Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.47 | Dem. 24.49 (English) | >>Dem. 24.53 |
24.48καίτοι χρῆν σʼ , ὦ Τιμόκρατες , εἰδότα τὸν νόμον τόνδʼ ὃν ἀνέγνω , εἴ τι δίκαιον ἐβούλου πράττειν , πρῶτον μὲν πρόσοδον γράψασθαι πρὸς τὴν βουλήν , εἶτα τῷ δήμῳ διαλεχθῆναι , κᾆθʼ οὕτως , εἰ πᾶσιν Ἀθηναίοις ἐδόκει , γράφειν καὶ νομοθετεῖν περὶ τούτων , καὶ τότε τοὺς χρόνους ἀναμείναντα τοὺς ἐκ τῶν νόμων , ἵνα τοῦτον τὸν τρόπον πράττων , εἰ καί τις ἐπεχείρει δεικνύειν οὐκ ἐπιτήδειον ὄντα τῇ πόλει τὸν νόμον , μὴ οὖν ἐπιβουλεύειν γʼ ἐδόκεις , ἀλλὰ γνώμῃ διαμαρτὼν ἀποτυχεῖν .
24.49νῦν δὲ τῷ λάθρᾳ καὶ ταχὺ καὶ παρὰ τοὺς νόμους ἐμβαλεῖν τὸν νόμον εἰς τοὺς νόμους καὶ μὴ θεῖναι , πᾶσαν ἀφῄρησαι σαυτοῦ τὴν συγγνώμην · τοῖς γὰρ ἄκουσιν ἁμαρτοῦσι μέτεστι συγγνώμης , οὐ τοῖς ἐπιβουλεύσασιν , ὃ σὺ νῦν εἴληψαι ποιῶν . ἀλλὰ γὰρ αὐτίκʼ ἐρῶ περὶ τούτων . νῦν δʼ ἀναγίγνωσκε τὸν ἑξῆς νόμον .
24.50
Νόμος
ἐὰν δέ τις ἱκετεύῃ ἐν τῇ βουλῇ ἢ ἐν τῷ δήμῳ περὶ ὧν δικαστήριον ἢ ἡ βουλὴ ἢ ὁ δῆμος κατέγνω ,ἐὰν μὲν αὐτὸς ὁ ὀφλὼν ἱκετεύῃ πρὶν ἐκτεῖσαι ,ἔνδειξιν εἶναι αὐτοῦ ,καθάπερ ἐάν τις ὀφείλων τῷ δημοσίῳ ἡλιάζηται ·ἐὰν δʼ ἄλλος ὑπὲρ τοῦ ὠφληκότος ἱκετεύῃ πρὶν ἐκτεῖσαι ,δημοσία ἔστω αὐτοῦ ἡ οὐσία ἅπασα .ἐὰν δέ τις τῶν προέδρων δῷ τινι τὴν ἐπιχειροτονίαν ,ἢ αὐτῷ τῷ ὠφληκότι ἢ ἄλλῳ ὑπὲρ ἐκείνου ,πρὶν ἐκτεῖσαι ,ἄτιμος ἔστω .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.47 | Dem. 24.49 (English) | >>Dem. 24.53 |